Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.148 Joseph. AJ 19.155 (English) >>Joseph. AJ 19.160

19.152καὶ Γερμανοὶ εἰ καὶ μόλις, ἀλλʼ οὖν ἐπαύσαντο λύσσης τῆς ἐπὶ Γαΐου τῷ θανάτῳ καταλαμβανομένης αὐτούς. 19.153

Χαιρέας δέ, σφόδρα γὰρ περὶ Μινουκιανῷ ἔδεισε, μὴ διαφθαρείη μανίᾳ τῶν Γερμανῶν περιπεσών, ἕκαστόν τε τῶν στρατιωτῶν μετῄει προμηθεῖσθαι τῆς σωτηρίας αὐτοῦ δεόμενος καὶ μὴ ἀπολώλοι πολλὴν ἐξέτασιν ποιούμενος. 19.154καὶ Μινουκιανὸν μὲν Κλήμης, ἀνάγεται γὰρ ἐπὶ τοῦτον, μεθίησιν πολλῶν μετʼ ἄλλων συγκλητικῶν δικαιοσύνην τῇ πράξει συμμαρτυρῶν καὶ ἀρετὴν τοῖς ἐντεθυμημένοις καὶ πράσσειν μὴ ἀποδεδειλιακόσι· 19.155τυραννίδα γὰρ εἰς ὀλίγον μὲν ἐλθεῖν ἡδονῇ τοῦ ὑβρίζειν ἐπαρθεῖσαν, εὐτυχεῖς δὲ οὐκ ἄρα ποιεῖσθαι τὰς ἀπαλλαγὰς τοῦ βίου μίσει τῆς ἀρετῆς πρὸς αὐτὸν χρωμένης, 19.156ἀλλὰ μετὰ τοιαύτης δυστυχίας, ὁποίᾳ δὴ Γάιον συνελθεῖν πρὸ τῶν ἐπαναστάντων καὶ συνθέντων τὴν ἐπίθεσιν αὐτὸν ἐπίβουλον αὐτῷ γενόμενον καὶ διδάξαντα οἷς ὑβρίζων ἀφόρητος ἦν ἀφανίζων τοῦ νόμου τὴν πρόνοιαν πολέμῳ πρὸς αὐτὸν χρῆσθαι τοὺς φιλτάτους, καὶ νῦν λόγῳ μὲν εἶναι τούτους οἳ ἀνῃρήκασι Γάιον, ἔργῳ δὲ αὐτὸν ὑφʼ ἑαυτοῦ κεῖσθαι διολωλότα. 19.157

Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατʼ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανεισῶν. αἰτία δʼ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δʼ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.148 Joseph. AJ 19.155 (English) >>Joseph. AJ 19.160

Powered by PhiloLogic